Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.551 | Joseph. BJ 1.556 (English) | >>Joseph. BJ 1.560 |
1.554περιῄει δὲ καὶ τὸν Φερώραν δώροις τε καὶ ταῖς ἄλλαις θεραπείαις καὶ τοὺς Καίσαρος φίλους οὐκ ὀλίγα πέμπων ἐπὶ Ῥώμης χρήματα . οἵ γε μὴν περὶ Σατορνῖνον ἐν Συρίᾳ πάντες ἐνεπλήσθησαν τῶν ἀπʼ αὐτοῦ δωρεῶν . ἐμισεῖτο δὲ διδοὺς πλεῖον , ὡς ἂν οὐκ ἐκ τοῦ μεγαλοψύχου χαριζόμενος ἀλλʼ ἀναλίσκων κατὰ δέος .
1.555συνέβαινεν δὲ τοὺς μὲν λαμβάνοντας οὐδὲν μᾶλλον εὔνους γίνεσθαι , χαλεπωτέρους δʼ ἐχθροὺς οἷς μὴ διδοίη . λαμπροτέρας δὲ καθʼ ἡμέραν ἐποιεῖτο τὰς διαδόσεις ὁρῶν τὸν βασιλέα παρʼ ἃς αὐτὸς ἐλπίδας εἶχεν ἐπιμελούμενον τῶν ὀρφανῶν καὶ τὴν ἐπὶ τοῖς ἀνῃρημένοις μετάνοιαν ἐμφαίνοντα διʼ ὧν ἠλέει τοὺς ἐξ ἐκείνων .
1.556
ἐγγυῶ δὲ τὴν μὲν σήν , ὦ Φερώρα ,
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.551 | Joseph. BJ 1.556 (English) | >>Joseph. BJ 1.560 |